Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.213 Dem. 21.218 (English) >>Dem. 21.220

21.216ὥστε μʼ, ἄνδρες Ἀθηναῖοι, φοβηθέντα τὸν ὑμέτερον θόρυβον θοἰμάτιον προέσθαι καὶ μικροῦ γυμνὸν ἐν τῷ χιτωνίσκῳ γενέσθαι, φεύγοντʼ ἐκεῖνον ἕλκοντά με, καὶ μετὰ ταῦτʼ ἀπαντῶντεςὅπως ἐπέξει τῷ μιαρῷ καὶ μὴ διαλύσει· θεάσονταί σε τί ποιήσεις Ἀθηναῖοιτοιαῦτα λέγοντες· ἐπειδὴ κεχειροτόνηται μὲν ὕβρις τὸ πρᾶγμʼ εἶναι, ἐν ἱερῷ δʼ οἱ ταῦτα κρίνοντες καθεζόμενοι διέγνωσαν, διέμεινα δʼ ἐγὼ καὶ οὐ προὔδωκʼ οὔθʼ ὑμᾶς οὔτʼ ἐμαυτόν, τηνικαῦτʼ ἀποψηφιεῖσθʼ ὑμεῖς. 21.217μηδαμῶς· πάντα γὰρ τὰ αἴσχιστʼ ἔνεστιν ἐν τῷ πράγματι. εἰμὶ δʼ οὐ τούτων ὑμῖν ἄξιος (πῶς γάρ, ἄνδρες Ἀθηναῖοι;) κρίνων ἄνθρωπον καὶ δοκοῦντα καὶ ὄντα βίαιον καὶ ὑβριστήν, ἡμαρτηκότʼ ἀσελγῶς ἐν πανηγύρει, μάρτυρας τῆς ὕβρεως τῆς ἑαυτοῦ πεποιημένον οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἐπιδημήσαντας ἅπαντας τῶν Ἑλλήνων. ἤκουσεν δῆμος τὰ πεπραγμένα τούτῳ. τί οὖν; ὑμῖν καταχειροτονήσας παρέδωκεν. 21.218οὐ τοίνυν οἷόν τʼ ἀφανῆ τὴν γνῶσιν ὑμῶν γενέσθαι, οὐδὲ λαθεῖν, οὐδʼ ἀνεξέταστον εἶναι τί ποθʼ ὡς ὑμᾶς τοῦ πράγματος ἐλθόντος ἔγνωτε· ἀλλʼ ἐὰν μὲν κολάσητε, δόξετε σώφρονες εἶναι καὶ καλοὶ κἀγαθοὶ καὶ μισοπόνηροι, ἂν δʼ ἀφῆτε, ἄλλου τινὸς ἡττῆσθαι. οὐ γὰρ ἐκ πολιτικῆς αἰτίας, οὐδʼ ὥσπερ Ἀριστοφῶν ἀποδοὺς τοὺς στεφάνους ἔλυσε τὴν προβολήν, ἀλλʼ ἐξ ὕβρεως, ἐκ τοῦ μηδὲν ἂν ὧν πεποίηκʼ ἀναλῦσαι δύνασθαι κρίνεται. πότερʼ οὖν τούτου γενομένου κρεῖττον αὖθις νυνὶ κολάσαι; ἐγὼ μὲν οἶμαι νῦν· κοινὴ γὰρ κρίσις, καὶ τἀδικήματα πάντʼ ἐφʼ οἷς νῦν κρίνεται κοινά.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.213 Dem. 21.218 (English) >>Dem. 21.220

Powered by PhiloLogic